Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.297 Joseph. AJ 1.301 (English) >>Joseph. AJ 1.306

1.299Λάβανος δὲ ἡσθεὶς τούτοις ἐπινεύει τὸν γάμον αὐτῷ τῆς παιδὸς οὐκ ἄλλον ἀμείνω γαμβρὸν εὐξάμενος ἐλθεῖν· εἰ μέντοι παρʼ αὐτῷ μένοι τινὰ χρόνον, τοῦτο ποιήσειν· εἰς γὰρ Χαναναίους οὐκ ἂν πέμψαι τὴν θυγατέρα· μεταμέλειν γὰρ αὐτῷ καὶ τοῦ τῆς ἀδελφῆς κήδους ἐκεῖ συναφθέντος. 1.300τοῦ δʼ Ἰακώβου τούτοις συγχωροῦντος ἑπτὰ ἐτῶν χρόνον συντίθεται· τοσάδε γὰρ αὐτῷ κέκριται θητεῦσαι τῷ πενθερῷ, ἵνα τῆς ἀρετῆς πεῖραν δοὺς ἐπιγνωσθῇ μᾶλλον τίς εἴη. καὶ προσδεξάμενος τὸν λόγον Λάβανος τοῦ χρόνου διελθόντος προυτίθει τὴν εὐωχίαν τῶν γάμων. 1.301νυκτὸς δʼ ἐπιγενομένης οὐδὲν προῃσθημένῳ τῷ Ἰακώβῳ παρακατακλίνει τὴν ἑτέραν τῶν θυγατέρων πρεσβυτέραν τε τῆς Ῥαχήλας καὶ τὴν ὄψιν οὐκ εὐπρεπῆ. συνελθὼν δʼ ἐκεῖνος ὑπὸ μέθης καὶ σκότους εἶτα μεθʼ ἡμέραν γνοὺς ἀδικίαν ἐπεκάλει Λαβάνῳ. 1.302 δὲ συγγνώμην ᾐτεῖτο τῆς ἀνάγκης, ὑφʼ ἧς ταῦτα πράξειεν· οὐ γὰρ κατὰ κακουργίαν αὐτῷ τὴν Λείαν παρασχεῖν, ἀλλʼ ὑφʼ ἑτέρου μείζονος νενικημένον. τοῦτο μέντοι γʼ οὐδὲν ἐμποδίζειν πρὸς τὸν Ῥαχήλας γάμον, ἀλλʼ ἐρῶντι δώσειν ταύτην μετʼ ἄλλην ἑπταετίαν. πείθεται δʼ Ἰάκωβος, οὐδὲν γὰρ ἕτερον αὐτῷ ποιεῖν τῆς κόρης ἔρως ἐπέτρεπε, καὶ διελθούσης ἄλλης ἑπταετίας τὴν Ῥαχήλαν παρέλαβεν. 1.303

Ἦσαν δʼ ἑκατέραις θεραπαινίδες τοῦ πατρὸς δόντος Ζελφὰ μὲν Λείας Ῥαχήλας δὲ Βάλλα, δοῦλαι μὲν οὐδαμῶς ὑποτεταγμέναι δέ. καὶ τῆς Λείας ἥπτετο δεινῶς πρὸς τὴν ἀδελφὴν ἔρως τοῦ ἀνδρὸς προσεδόκα τε παίδων γενομένων ἔσεσθαι τιμία ἱκέτευέ τε τὸν θεὸν διηνεκῶς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.297 Joseph. AJ 1.301 (English) >>Joseph. AJ 1.306

Powered by PhiloLogic